Ἐν κοινοβουλίῳ ὄντες, ἀγαπητοὶ ἀδελφοί, ἀνέγνωμεν γράμματα ἀφ’ ὑμῶν σταλέντα περὶ τῶν παρὰ τοῖς αἱρετικοῖς, ἢ σχισματικοῖς δοκούντων βεβαπτίσθαι, ἐρχομένων πρὸς τὴν καθολικὴν Ἐκκλησίαν, ἥτις ἐστὶ μία, ἐν ᾗ βαπτιζόμεθα καὶ ἀναγεννώμεθα. Περὶ ὧν καὶ πεποίθαμεν, καὶ ὑμᾶς αὐτοὺς ἐκεῖνα πράττοντας, τὴν στερρότητα τοῦ τῆς καθολικῆς Ἐκκλησίας κανόνος κρατεῖν. Ὅμως ἐπεὶ συγκοινωνοὶ ἡμῶν ἐστὲ καὶ ζητῆσαι περὶ τούτου διὰ τὴν κοινὴν ἀγάπην ἠθελήσατε, οὐ πρόσφατον γνώμην, οὐδὲ νῦν ἡδρασμένην προσφέρομεν, ἀλλὰ τὴν πάλαι ὑπὸ τῶν προγενεστέρων ἡμῶν μετὰ πάσης ἀκριβείας καὶ ἐπιμελείας δεδοκιμασμένην, καὶ ὑφ’ ἡμῶν παρατηρηθεῖσαν, κοινούμεθα ὑμῖν καὶ συζεύγνυμεν, τοῦτο καὶ νῦν χειροτονοῦντες, ὅπερ διὰ παντὸς ἰσχυρῶς καὶ ἀσφαλῶς κρατοῦμεν, μηδένα βαπτίζεσθαι δύνασθαι ἔξω τῆς καθολικῆς Ἐκκλησίας, ἑνὸς ὄντος βαπτίσματος καὶ ἐν μόνῃ τῇ καθολικῇ Ἐκκλησίᾳ ὑπάρχοντος. Γέγραπται γάρ· Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἐαυτοῖς λάκκους συντετριμμένους, τοὺς μὴ δυναμένους ὕδωρ συσχεῖν. Καὶ πάλιν, ἡ ἁγία Γραφὴ προμηνύουσα λέγει· Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπέχεσθε καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίητε. Δεῖ δὲ καθαρίζεσθαι καὶ ἁγιάζεσθαι τὸ ὕδωρ πρῶτον ὑπὸ τοῦ ἱερέως, ἵνα δυνηθῇ τῷ ἰδίῳ βαπτίσματι τὰς ἁμαρτίας τοῦ βαπτιζομένου ἀνθρώπου ἀποσμῆξαι. Διά τε Ἰεζεκιήλ τοῦ προφήτου λέγει Κύριος· Καί ῥαντίσω ὑμᾶς καθαρῷ ὕδατι καὶ καθαριῶ ὑμᾶς, καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ὑμῖν. Πῶς δὲ δύναται καθαρίσαι καὶ ἁγιάσαι ὕδωρ ὁ ἀκάθαρτος ὤν αὐτὸς καὶ παρ' ᾧ Πνεῦμα ἅγιον οὐκ ἔστι, λέγοντος τοῦ Κυρίου ἐν τοῖς Ἀριθμοῖς· Καὶ πάντων ὦν ἅψεται ὁ ἀκάθαρτος, ἀκάθαρτα ἔσται; Πῶς βαπτίζων δύναται ἄλλῳ δοῦναι ἄφεσιν ἁμαρτιῶν ὁ μὴ δυνηθεὶς τὰ ἴδια ἁμαρτήματα ἔξω τῆς Ἐκκλησίας ἀποθέσθαι; Ἀλλὰ καὶ αὐτὴ ἡ ἐρώτησις, ἡ ἐν τῷ βαπτίσματι γενομένη, μάρτυς ἐστὶ τῆς ἀληθείας. Λέγοντες γὰρ τῷ ἐξεταζομένῳ· Πιστεύεις αἰώνιον ζωὴν καὶ ἄφεσιν ἁμαρτιῶν λαμβάνειν; οὐκ ἄλλο τι λέγομεν, εἰ μὴ ὄ,τι ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ δοθῆναι δύναται. Παρὰ δὲ τοῖς αἰρετικοῖς, ὅπου Ἐκκλησία οὐκ ἔστιν, ἀδύνατον ἁμαρτημάτων ἄφεσιν λαβεῖν. Καὶ διὰ τοῦτο οἱ τῶν αἱρετικῶν συνήγοροι ἢ τὴν ἐπερώτησιν ἐναλλάξαι ὀφείλουσιν ἢ τὴν ἀλήθειαν ἐκδικῆσαι, εἰμή τι αὐτοῖς καὶ τὴν Ἐκκλησίαν προσνέμουσιν, οὓς βάπτισμα ἔχειν διαβεβαιοῦνται. Ἀνάγκη δέ ἐστι καὶ χρίεσθαι τὸν βεβαπτισμένον, ἵνα, λαβὼν χρῖσμα, μέτοχος γένηται Χριστοῦ. Ἁγιάσαι δὲ ἔλαιον οὐ δύναται ὁ αἱρετικός, ὁ μήτε θυσιαστήριον ἔχων, μήτε Ἐκκλησίαν. Ὅθεν οὐ δύναται χρίσμα τὸ παράπαν παρὰ τοῖς αἱρετικοῖς εἶναι. Πρόδηλον γάρ ἐστιν ἠμῖν, μηδαμῶς δύνασθαί παρ' ἐκείνοις ἁγιάζεσθαι ἔλαιον εἰς εὐχαριστίαν. Εἰδέναι γὰρ καὶ μὴ ἀγνοεῖν ὀφείλομεν, ὅτι γέγραπται· Ἒλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, ὃ δὴ καὶ πάλαι ἐμήνυσε τὸ Πνεῦμα τὸ ἅγιον ἐν Ψαλμοῖς. Μήπως, ἐξιχνιασθείς τις καὶ ἀπὸ τῆς εὐθείας ὁδοῦ πλανηθείς, παρὰ τοῖς αἱρετικοῖς, τοῖς τοῦ Χριστοῦ ἀντιπάλοις, χρισθῇ. Πῶς δὲ εὔξεται ὑπὲρ τοῦ βαπτισθέντος οὐχὶ ἱερεύς, ἀλλ' ἱερόσυλος καὶ ἁμαρτωλός, λεγούσης τῆς Γραφῆς, ὅτι ὁ Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει; Διὰ τῆς ἁγίας Ἐκκλησίας νοοῦμεν ἄφεσιν ἁμαρτιῶν· τίς δὲ δύναται δοῦναι, ὃπερ αὐτὸς οὐκ ἔχει ἢ πῶς δύναται πνευματικὰ ἐργάζεσθαι ὁ ἀποβαλὼν Πνεῦμα ἅγιον; Διὰ τοῦτο καὶ ἀνανεοῦσθαι ὀφείλει ὁ πρὸς τὴν Ἐκκλησίαν ἐρχόμενος, ἴνα ἔσω διὰ τῶν ἁγίων ἁγιασθῇ, γέγραπται γὰρ ὃτι· Ἃγιοι ἔσεσθε, καθὼς ἐγὼ ἅγιός εἰμι, λέγει Κύριος, ἵνα καὶ ὁ πλάνῃ βουκοληθεὶς ἐν τῷ ἀληθεῖ καὶ ἐκκλησιαστικῷ βαπτίσματι καὶ αὐτὸς τοῦτο ἀποδύσηται, ὅστις πρὸς Θεὸν ἐρχόμενος ἄνθρωπος καὶ ἱερέα ἐπιζητῶν ἐν πλάνῃ εὐρεθεὶς, ἱεροσύλῳ προσέπεσε. Δοκιμάζειν γάρ ἐστι τὸ τῶν αἱρετικῶν καὶ σχισματικῶν βάπτισμα, τὸ συνευδοκεῖν τοῖς ὑπ' ἐκείνων βεβαπτισμένοις. Οὐ γὰρ δύναται ἐν μέρει ὑπερισχύειν· εἰ ἠδυνήθη βαπτίσαι, ἴσχυε καὶ ἅγιον Πνεῦμα δοῦναι· εἰ οὐκ ἠδυνήθη, ὅτι ἔξω ὤν, Πνεῦμα ἅγιον οὐκ ἔχει, οὐ δύναται τὸν ἐρχόμενον βαπτίσαι, ἑνὸς ὄντος τοῦ βαπτίσματος, καὶ ἑνὸς ὄντος τοῦ ἁγίου Πνεύματος, καὶ μιᾶς Ἐκκλησίας τοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐπάνω Πέτρου τοῦ ἀποστόλου, ἀρχῆθεν λέγοντος, τῆς ἑνότητος τεθεμελιωμένης. Καὶ διὰ τοῦτο τὰ ὑπ' αὐτῶν γινόμενα, ψευδῆ καὶ κενὰ ὑπάρχοντα, πάντα ἐστὶν ἀδόκιμα. Οὐ γὰρ δύναταί τι δεκτὸν καὶ αἱρετὸν εἶναι παρὰ τῷ Θεῷ τῶν ὑπ' ἐκείνων γινομένων, οὓς ὁ Κύριος πολεμίους καὶ ἀντιπάλους αὐτοῦ λέγει ἐν τοῖς Εὐαγγελίοις· Ὁ μὴ ὢν μετ' ἐμοῦ κατ' ἐμοῦ ἐστί, καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζει. Καὶ ὁ μακάριος ἀπόστολος Ἰωάννης, ἐντολὰς Κυρίου τηρῶν, ἐν τῇ ἐπιστολῆ προέγραψεν· Ἠκούσατε, ὅτι ὁ ἀντίχριστος ἒρχεται, καὶ νῦν δὲ ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν, ὄτι ἐσχάτη ὥρα, ἐστίν. Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἠμῶν. Ὄθεν καὶ ἡμεῖς συνιέναι ὀφείλομεν καὶ νοεῖν, ὡς οἱ ἐχθροὶ Κυρίου καὶ οἱ ἀντίχριστοι ὠνομασμένοι, δυνατοὶ οὐκ εἶεν χάριν δοῦναι τῷ Κυρίῳ. Καὶ διὰ τοῦτο ἡμεῖς οἱ σὺν Κυρίῳ ὄντες καὶ ἑνότητα Κυρίου κρατοῦντες καὶ κατὰ τὴν ἀξίαν αὐτοῦ χορηγούμενοι, τὴν ἱερατείαν αὐτοῦ ἐν τῇ Ἐκκλησίᾳ λειτουργοῦντες, ὅσα οἱ ἀντικείμενοι αὐτῷ, τουτέστι πολέμιοι καὶ ἀντίχριστοι, ποιοῦσιν ἀποδοκιμάσαι καὶ ἀποποιῆσαι καὶ ἀπορρῖψαι καὶ ὡς βέβηλα ἔχειν ὀφείλομεν. Καὶ τοῖς ἀπὸ πλάνης καὶ στρεβλότητος ἐρχομένοις, ἐπὶ γνώσει τῆς ἀληθινῆς καὶ ἐκκλησιαστικῆς πίστεως, δοῦναι καθόλου θείας δυνάμεως μυστήριον ἑνότητός τε καὶ πίστεως καὶ ἀληθείας.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Άγιος Παΐσιος ο Μέγας και οι Οικουμενιστές
Στις σελ.266-268 ἀναφέρει την περίπτωση τοῦ Μοναχοῦ που εἶπε στο Ἐβραῖο "ἲσως εἶναι ἒτσι καθώς σύ λέγεις" και εὐθύς ἒχασ...
-
Αποτειχισθέντες ιερείς και μοναχοί Π. Θεόδωρος Ζήσης καθηγητής ΑΠΘ. Π. Νικόλαος Μανώλης. Π. Χαράλαμπος Μανώλης. Π. Φώτιος Βεζυνιας. Γ...
-
Ο Π. ΕΠΙΦΑΝΙΟΣ ΘΕΟΔΩΡΟΠΟΥΛΟΣ ΔΙΕΣΤΡΕΨΕ ΤΟ ΕΥΑΓΓΕΛΙΟ Για να στηρίξη την πλάνη του περί δυνητικότητας, εκτός των άλλων ανακρ...
-
Στις σελ.266-268 ἀναφέρει την περίπτωση τοῦ Μοναχοῦ που εἶπε στο Ἐβραῖο "ἲσως εἶναι ἒτσι καθώς σύ λέγεις" και εὐθύς ἒχασ...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου